Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.46 Dem. 36.50 (English) >>Dem. 36.52

36.48εἶτʼ εἰς τοῦθʼ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι;) ὥστʼ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες, ἐπειδήπερ ἀπηλλάγη Φορμίων, μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο, ὑπὲρ σοῦ λέγομεν, σὺ δὲ μηδέποτʼ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις· γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς, ταὐτὰ ταῦθʼ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρʼ ἐξ ἀρχῆς κτησαμένων. ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν, εἶτʼ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφʼ ὑμῶν, λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας, ὡς ἐγένετο Πασίων Ἀρχεστράτου.Μαρτυρίαι

36.49εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου, τοσαῦτα δʼ αὐτὸν τοῦτον ἀγάθʼ εἰργασμένον, ὅσʼ ὑμεῖς ἀκηκόατε, τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν. οὐ γὰρ ἄλλο γʼ ἔχοις οὐδὲν ἂν ποιῆσαι. εἰς μὲν γὰρ τὰ ὄντʼ εἰ βλέπεις ἀκριβῶς, ταῦθʼ εὑρήσεις ὧν ἔστιν, ἐάν, μὴ γένοιτο, ἐξαπατηθῶσιν οὗτοι. 36.50ὁρᾷ τὸν Ἀριστόλοχον τὸν Χαριδήμου· ποτʼ εἶχεν ἀργόν, εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο. καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας, οἵ, ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον, ἐξέστησαν ἅπαντες τῶν ὄντων. σὺ δʼ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδʼ ὧν πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντʼ ἐβουλεύσατο·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.46 Dem. 36.50 (English) >>Dem. 36.52

Powered by PhiloLogic